Euripides, Iphigenia in Aulis (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Eur. IA].
<<Eur. IA 900 Eur. IA 917 (English) >>Eur. IA 944

917 Χορός δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.
Ἀχιλλεύς ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·
920ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν
μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν,
925ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.
ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
930ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν
παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί.
σὲ δʼ, σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν,
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
935κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,
ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον
940πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν,
εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους
δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη.


Euripides, Iphigenia in Aulis (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Eur. IA].
<<Eur. IA 900 Eur. IA 917 (English) >>Eur. IA 944

Powered by PhiloLogic